Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.265 Joseph. AJ 3.270 (English) >>Joseph. AJ 3.274

3.268ἀλλὰ δῆλον μέν, ὡς ταῦτα περὶ ἡμῶν λέγουσιν ὑπὸ βασκανίας προαγόμενοι, Μωυσῆς δὲ τούτων καθαρὸς ὢν ἐν καθαροῖς τοῖς ὁμοφύλοις περὶ τῶν νενοσηκότων ἐνομοθέτει κατὰ τιμὴν τοῦ θεοῦ τοῦτο ποιῶν. ἀλλὰ περὶ μὲν τούτων ἕκαστος ὡς αὐτῷ δοκεῖ σκοπείτω. 3.269

Τὰς δὲ γυναῖκας ἐπειδὰν τέκωσιν εἰς τὸ ἱερὸν εἰσιέναι κεκώλυκε καὶ θυσιῶν ἅπτεσθαι μέχρι τεσσαράκοντα ἡμερῶν, ἂν ἄρρεν τὸ τεχθὲν · διπλασίονας γὰρ εἶναι τὰς ἡμέρας ἐπὶ θηλυτοκίαις συμβέβηκεν. εἰσιοῦσαι μέντοι μετὰ τὴν προειρημένην προθεσμίαν θυσίας ἐπιτελοῦσιν, ἃς οἱ ἱερεῖς πρὸς τὸν θεὸν διανέμονται. 3.270

Ἂν δʼ ὑπονοήσῃ μεμοιχεῦσθαί τις αὐτῷ τὴν γυναῖκα, κομίζει κριθῆς ἀληλεσμένης ἀσσάρωνα, καὶ μίαν αὐτῆς δράκα ἐπιβαλόντες τῷ θεῷ τὸ λοιπὸν τοῖς ἱερεῦσι διδόασιν εἰς τροφήν. τὴν δὲ γυναῖκα στήσας τις τῶν ἱερέων κατὰ τὰς πύλας, αἱ δʼ εἰσὶ τετραμμέναι πρὸς τὸν νεών, καὶ τῆς κεφαλῆς τὸ ἱμάτιον ἀφελὼν ἐπιγράφει μὲν τοῦ θεοῦ τὴν προσηγορίαν διφθέρᾳ, 3.271κελεύει δὲ ὀμνύειν μηδὲν ἠδικηκέναι τὸν ἄνδρα, παραβᾶσαν δὲ τὸ σῶφρον τοῦ δεξιοῦ σκέλους ἔξαρθρον γενέσθαι καὶ τὴν γαστέρα πρησθεῖσαν οὕτως ἀποθανεῖν· ἂν δʼ ὑπὸ πολλοῦ τοῦ ἔρωτος καὶ τῆς διὰ τοῦτον ζηλοτυπίας προπετῶς ἀνὴρ διὰ τὴν ὑπόνοιαν εἴη κεκινημένος, μηνὶ δεκάτῳ γενέσθαι παιδίον ἄρρεν αὐτῇ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.265 Joseph. AJ 3.270 (English) >>Joseph. AJ 3.274

Powered by PhiloLogic